Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νυκτιπόλων ἐφόδων ἀνάσσεις
- καὶ μεθαμερίων, ὅδωσον
- δυσθανάτων κρατήρων πλη-
- ρώματʼ ἐφʼ οἷσι πέμπει
- πότνια πότνιʼ ἐμὰ χθονίας
- Γοργοῦς λαιμοτόμων ἀπὸ
- σταλαγμῶν
- τῷ τῶν Ἐρεχθεϊδᾶν
- δόμων ἐφαπτομένῳ·
- μηδέ ποτʼ ἄλλος ἄλλων ἀπʼ οἴ-
- κων πόλεως ἀνάσσοι
- πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
- εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
- νας, ὅ τε καιρὸς ἄπεισι τόλμας,
- ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη-
- κτὸν ξίφος ἢ δαίμων ἐξά-
- ψει βρόχον ἀμφὶ δειρήν,
- πάθεσι πάθεα δʼ ἐξανύτουσʼ
- εἰς ἄλλας βιότου κάτει-
- σι μορφάς.