Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἶσθʼ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν
  2. χρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
  3. ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθρα πόσις,
  4. δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
  5. μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
  6. κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ ---
  7. ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν
  8. τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
  9. κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεται
  10. κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ.
Πρεσβύτης
  1. σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·
  2. ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν.
  3. ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
  4. ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
  5. ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα,
  6. καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
  7. τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν
  8. τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
  9. θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
Χορός
  1. Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν