Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω.
- πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
- κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ ---
- τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;
- νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.
- ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;
- κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.
- ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς;
- χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.
- ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ.
- τούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ.
- ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν.
- ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ.
- οὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.
- πῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται;
- σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.
- ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
- αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους.
- προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.
- καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.