Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
- δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
- κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
- ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
- Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,
- κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
- ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
- καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα
- νῶτον πατάξας, ὃς πεσήμασι στέγης
- διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
- ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
- σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
- ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου