Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
- εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
- παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν
- οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
- —ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
- τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
- τῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ-
- έδραμε τὰ τότε κακὰ --- τάλανι διογενεῖ κόρῳ.
- —μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι
- θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ
- δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.
- —αἰαῖ, τίνα στεναγμὸν
- ἢ γόον ἢ φθιτῶν