Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
- καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
- Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·
- σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
- ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
- ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
- μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν
- ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
- ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,
- χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.
- ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων
- μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
- ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν