Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·
  2. σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
  3. ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
  4. ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
  5. μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν
  6. ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
  7. ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,
  8. χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.
  9. ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων
  10. μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.