Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
  2. βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
  3. ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
  4. ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
  5. Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
  6. ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
  7. ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
  8. ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.
  9. φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
  10. καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,