Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
  2. σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
  3. δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
  4. κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
  5. ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
  6. Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,
  7. κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
  8. ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
  9. καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα
  10. νῶτον πατάξας, ὃς πεσήμασι στέγης