Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·
- σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
- ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
- ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
- μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν
- ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
- ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,
- χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.
- ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων
- μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
- ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
- σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
- δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
- κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
- ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
- Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,
- κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
- ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
- καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα
- νῶτον πατάξας, ὃς πεσήμασι στέγης