Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,
  2. ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται
  3. καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
  4. δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
  5. ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν
  6. μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,
  7. ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
  8. βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα
  9. κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
  10. ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
  11. τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
  12. βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
  13. ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
  14. ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
  15. Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
  16. ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
  17. ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
  18. ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.
  19. φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
  20. καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,