Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
  2. ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
  3. σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
  4. ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου
  5. μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
  6. εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
  7. παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν
  8. οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
Χορός
  1. —ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
  2. τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
  3. τῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ-
  4. έδραμε τὰ τότε κακὰ --- τάλανι διογενεῖ κόρῳ.
  5. —μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι
  6. θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ
  7. δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.
  8. —αἰαῖ, τίνα στεναγμὸν
  9. ἢ γόον ἢ φθιτῶν
  10. ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;
  11. —φεῦ φεῦ·
  12. ἴδεσθε, διάνδιχα κλῇθρα