Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,
  2. ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
  3. βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα
  4. κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
  5. ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
  6. τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
  7. βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
  8. ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
  9. ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
  10. Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
  11. ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
  12. ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
  13. ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.