Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,
- ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται
- καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
- δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
- ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν
- μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,
- ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
- βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα
- κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
- ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,