Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο
  2. αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
  3. ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων
  4. ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν
  5. θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
  6. Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
  7. τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν,
  8. οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
  9. πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,
  10. ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται
  11. καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
  12. δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
  13. ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν