Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας
  2. κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.
  3. διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ.
  4. καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
  5. Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
  6. ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,
  7. μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν
  8. ἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς,
  9. κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται
  10. θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς
  11. Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
  12. κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,
  13. πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο
  14. αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
  15. ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων
  16. ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν
  17. θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
  18. Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
  19. τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν,
  20. οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν