Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν
- ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας
- κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.
- διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ.
- καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
- Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
- ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,
- μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν
- ἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς,
- κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται
- θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς
- Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
- κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,