Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
- ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος
- ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς
- παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν,
- ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
- ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
- ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος.
- ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ·
- Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
- καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;