Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πατέρος ἀμφαίνεις;
  2. λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
  3. μέλαθρα κακὰ τάδε,
  4. τλήμονάς τε παίδων τύχας;
Ἄγγελος
  1. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
  2. καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν
  3. ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
  4. χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
  5. πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν
  6. εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.