Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε·
- ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως,
- ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
- ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ.
- τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός;
- πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
- μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα
- φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα
- στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.
- αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν