Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἰὼ δόμοι.
- πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος
- βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
- φυγῇ, τέκνʼ, ἐξορμᾶτε.
- —δάιον τόδε
- δάιον μέλος ἐπαυλεῖται.
- κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι
- Λύσσα βακχεύσει.
- αἰαῖ κακῶν.
- —αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
- πατέρα τάν τε παιδοτρόφον, ᾇ μάταν
- τέκεα γεννᾶται.
- —ἰδοὺ ἰδού,
- θύελλα σείει δῶμα, συμπίπτει στέγη.
- ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ;
- τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς,
- ἐς δόμους πέμπεις.
- ὦ λευκὰ γήρᾳ σώματʼ ---
- ἀνακαλεῖς με τίνα
- βοάν;