Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἄλαστα τἀν δόμοισι.
- μάντιν οὐχ
- ἕτερον ἄξομαι.
- τεθνᾶσι παῖδες.
- αἰαῖ.
- στενάζεθʼ, ὡς στενακτά.
- δάιοι φόνοι,
- δάιοι δὲ τοκέων χέρες· ὤ.
- οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
- πῶς παισὶ στενακτὰν ἄταν ἄταν
- πατέρος ἀμφαίνεις;
- λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
- μέλαθρα κακὰ τάδε,
- τλήμονάς τε παίδων τύχας;
- ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
- καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν
- ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
- χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
- πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν
- εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.