Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους.
Χορός
  1. —ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται
  2. σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος·
  3. μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
  4. ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
  5. χορευθέντʼ ἐναύλοις.
  6. —βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
  7. ἅρμασι δʼ ἐνδίδωσι
  8. κέντρον ὡς ἐπὶ λώβᾳ
  9. Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
  10. ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
  11. —ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
  12. ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται.
Ἀμφιτρύων
  1. ἰώ μοι μέλεος.
Χορός
  1. —ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
  2. λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
  3. κακοῖσιν ἐκπετάσουσιν.
Ἀμφιτρύων
  1. ἰὼ στέγαι.
Χορός
  1. —κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
  2. οὐ βρομίῳ κεχαρισμένα θύρσῳ ---