Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. —ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται
  2. σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος·
  3. μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
  4. ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
  5. χορευθέντʼ ἐναύλοις.
  6. —βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
  7. ἅρμασι δʼ ἐνδίδωσι
  8. κέντρον ὡς ἐπὶ λώβᾳ
  9. Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
  10. ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
  11. —ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
  12. ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται.
Ἀμφιτρύων
  1. ἰώ μοι μέλεος.