Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. —ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
  2. λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
  3. κακοῖσιν ἐκπετάσουσιν.
Ἀμφιτρύων
  1. ἰὼ στέγαι.
Χορός
  1. —κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
  2. οὐ βρομίῳ κεχαρισμένα θύρσῳ ---
Ἀμφιτρύων
  1. ἰὼ δόμοι.
Χορός
  1. πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος
  2. βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
Ἀμφιτρύων
  1. φυγῇ, τέκνʼ, ἐξορμᾶτε.
Χορός
  1. —δάιον τόδε
  2. δάιον μέλος ἐπαυλεῖται.
  3. κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι