Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως
- οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων,
- οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·
- καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
- τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται
- παῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.
- ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
- καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.
- ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν
- δεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου.
- τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.
- στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα·
- ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους.