Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ
- οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους·
- ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
- ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος
- τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·
- ---
- σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.
- μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα.
- ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ.
- οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ.
- Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι.
- εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει
- τάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας,