Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
- χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
- μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
- ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,
- οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
- σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,
- ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
- σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως
- ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
- κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
- στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται
- ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
- ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν