Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
- ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
- —μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ
- πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
- ἰώ·
- δίκα καὶ θεῶν παλίρρους πότμος.
- —ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
- ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
- —χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
- πάλιν ἔμολεν —
- ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν
- παθεῖν — γᾶς ἄναξ.
- —ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω