Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.
Ἀμφιτρύων
  1. ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα
  2. ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
  3. ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
  4. ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
  5. στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.
Λύκος
  1. ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;
Ἀμφιτρύων
  1. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —
Λύκος
  1. τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;
Ἀμφιτρύων
  1. ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις ---
Λύκος
  1. ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.
Ἀμφιτρύων
  1. καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
Λύκος
  1. ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.