Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;
- ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις ---
- ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.
- καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
- ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
- οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
- χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
- μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
- ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,
- οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν