Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους
  2. ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
  3. ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.
Ἀμφιτρύων
  1. ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα
  2. ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
  3. ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
  4. ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
  5. στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.
Λύκος
  1. ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;
Ἀμφιτρύων
  1. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —