Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,
  2. ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
Ἀμφιτρύων
  1. σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως
  2. ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
  3. κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
  4. στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται
  5. ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
  6. ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν
  7. πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
  8. ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.