Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-
  2. εὶ πτεροῖσι φορείσθω.
Χορός
  1. εἰ δὲ θεοῖς ἦν ξύνεσις
  2. καὶ σοφία κατʼ ἄνδρας,
  3. δίδυμον ἂν ἥβαν ἔφερον
  4. φανερὸν χαρακτῆρʼ ἀρετᾶς
  5. ὅσοισιν μέτα, κατθανόντες τʼ
  6. εἰς αὐγὰς πάλιν ἁλίου
  7. δισσοὺς ἂν ἔβαν διαύλους,
  8. ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν
  9. εἶχεν ζόας βίοτον,
  10. καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν
  11. γνῶναι καὶ τοὺς ἀγαθούς,
  12. ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-
  13. στρων ναύταις ἀριθμὸς πέλει.
  14. νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν
  15. χρηστοῖς οὐδὲ κακοῖς σαφής,
  16. ἀλλʼ εἱλισσόμενός τις αἰ-
  17. ὼν πλοῦτον μόνον αὔξει.
Χορός
  1. οὐ παύσομαι τὰς Χάριτας