Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Μούσαις συγκαταμειγνύς,
- ἁδίσταν συζυγίαν.
- μὴ ζῴην μετʼ ἀμουσίας,
- αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-
- ην· ἔτι τοι γέρων ἀοι-
- δὸς κελαδεῖ Μναμοσύναν·
- ἔτι τὰν Ἡρακλέους
- καλλίνικον ἀείδω
- παρά τε Βρόμιον οἰνοδόταν
- παρά τε χέλυος ἑπτατόνου
- μολπὰν καὶ Λίβυν αὐλόν·
- οὔπω καταπαύσομεν
- Μούσας, αἵ μʼ ἐχόρευσαν.
- παιᾶνα μὲν Δηλιάδες
- ὑμνοῦσʼ ἀμφὶ πύλας τὸν
- Λατοῦς εὔπαιδα γόνον
- εἱλίσσουσαι καλλίχορον·
- παιᾶνας δʼ ἐπὶ σοῖς μελά-
- θροις κύκνος ὣς γέρων ἀοι-
- δὸς πολιᾶν ἐκ γενύων