Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
  2. θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
  3. φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν
  4. οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
  5. ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος.
Χορός
  1. ἁ νεότας μοι φίλον αἰ-
  2. εί· τὸ δὲ γῆρας ἄχθος
  3. βαρύτερον Αἴτνας σκοπέλων
  4. ἐπὶ κρατὶ κεῖται, βλεφάρων
  5. σκοτεινὸν φάος ἐπικαλύψαν.
  6. μή μοι μήτʼ Ἀσιήτιδος
  7. τυραννίδος ὄλβος εἴη,
  8. μὴ χρυσοῦ δώματα πλήρη
  9. τᾶς ἥβας ἀντιλαβεῖν,
  10. ἃ καλλίστα μὲν ἐν ὄλβῳ,
  11. καλλίστα δʼ ἐν πενίᾳ.
  12. τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
  13. ρας μισῶ· κατὰ κυμάτων δʼ
  14. ἔρροι, μηδέ ποτʼ ὤφελεν
  15. θνατῶν δώματα καὶ πόλεις