Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-
- εὶ πτεροῖσι φορείσθω.
- εἰ δὲ θεοῖς ἦν ξύνεσις
- καὶ σοφία κατʼ ἄνδρας,
- δίδυμον ἂν ἥβαν ἔφερον
- φανερὸν χαρακτῆρʼ ἀρετᾶς
- ὅσοισιν μέτα, κατθανόντες τʼ
- εἰς αὐγὰς πάλιν ἁλίου
- δισσοὺς ἂν ἔβαν διαύλους,
- ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν
- εἶχεν ζόας βίοτον,
- καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν
- γνῶναι καὶ τοὺς ἀγαθούς,