Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. βαρύτερον Αἴτνας σκοπέλων
  2. ἐπὶ κρατὶ κεῖται, βλεφάρων
  3. σκοτεινὸν φάος ἐπικαλύψαν.
  4. μή μοι μήτʼ Ἀσιήτιδος
  5. τυραννίδος ὄλβος εἴη,
  6. μὴ χρυσοῦ δώματα πλήρη
  7. τᾶς ἥβας ἀντιλαβεῖν,
  8. ἃ καλλίστα μὲν ἐν ὄλβῳ,
  9. καλλίστα δʼ ἐν πενίᾳ.
  10. τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
  11. ρας μισῶ· κατὰ κυμάτων δʼ
  12. ἔρροι, μηδέ ποτʼ ὤφελεν
  13. θνατῶν δώματα καὶ πόλεις