Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-
  2. στρων ναύταις ἀριθμὸς πέλει.
  3. νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν
  4. χρηστοῖς οὐδὲ κακοῖς σαφής,
  5. ἀλλʼ εἱλισσόμενός τις αἰ-
  6. ὼν πλοῦτον μόνον αὔξει.
Χορός
  1. οὐ παύσομαι τὰς Χάριτας
  2. Μούσαις συγκαταμειγνύς,
  3. ἁδίσταν συζυγίαν.
  4. μὴ ζῴην μετʼ ἀμουσίας,
  5. αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-
  6. ην· ἔτι τοι γέρων ἀοι-
  7. δὸς κελαδεῖ Μναμοσύναν·