Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων·
  2. οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
  3. ἆ,
  4. οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλων
  5. τοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ;
  6. ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν,
  7. ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
  8. θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
  9. φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν
  10. οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
  11. ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος.
Χορός
  1. ἁ νεότας μοι φίλον αἰ-
  2. εί· τὸ δὲ γῆρας ἄχθος