Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών.
- ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
- Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις.
- οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;
- οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.
- χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;
- Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.
- καὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον;
- βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών.
- ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί·
- καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων
- πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
- καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε·
- σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
- τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων·
- οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
- ἆ,
- οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλων
- τοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ;
- ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν,