Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
Ἡρακλῆς
  1. Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις.
Ἀμφιτρύων
  1. οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;
Ἡρακλῆς
  1. οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.
Ἀμφιτρύων
  1. χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;
Ἡρακλῆς
  1. Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.
Ἀμφιτρύων
  1. καὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον;
Ἡρακλῆς
  1. βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών.
  2. ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί·
  3. καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων
  4. πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
  5. καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε·
  6. σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ