Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα
  2. ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
Ἡρακλῆς
  1. μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις·
  2. ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις,
  3. ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα·
  4. ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
Ἀμφιτρύων
  1. καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν
  2. καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν.
  3. ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
  4. ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ·
  5. μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται
  6. τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν
  7. μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.
Ἡρακλῆς
  1. δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων.
  2. χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
  3. Ἅιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσω
  4. θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
Ἀμφιτρύων
  1. ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον;
Ἡρακλῆς
  1. καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Ἀμφιτρύων
  1. μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;