Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
  2. τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
  3. καὶ παισὶ καὶ --- γέροντι; χαιρόντων πόνοι·
  4. μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
  5. καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός,
  6. θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸν
  7. ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
  8. Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων
  9. οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς
  10. ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορός
  1. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
  2. πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
Ἀμφιτρύων
  1. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον
  2. τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.
Ἡρακλῆς
  1. τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
Ἀμφιτρύων
  1. πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
  2. δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
  3. οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
  4. ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις
  5. δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.