Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
Ἡρακλῆς
  1. τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;
Μεγάρα
  1. βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους ---
Ἡρακλῆς
  1. κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι;
Μεγάρα
  1. αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
Ἡρακλῆς
  1. οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;
Μεγάρα
  1. φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
Ἡρακλῆς
  1. μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
Μεγάρα
  1. ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές.
Ἡρακλῆς
  1. οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης
  2. καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
  3. φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
  4. ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός —
  5. πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
  6. καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν
  7. ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους
  8. κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
  9. τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι·
  10. τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
  11. νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου,