Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης
  2. καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
  3. φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
  4. ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός —
  5. πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
  6. καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν
  7. ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους
  8. κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
  9. τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι·
  10. τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
  11. νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου,
  12. Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
  13. τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ