Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα.
Ἡρακλῆς
  1. καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ.
Μεγάρα
  1. φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.
Ἡρακλῆς
  1. πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;
Μεγάρα
  1. Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
Ἡρακλῆς
  1. τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;
Μεγάρα
  1. βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους ---
Ἡρακλῆς
  1. κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι;
Μεγάρα
  1. αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
Ἡρακλῆς
  1. οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;
Μεγάρα
  1. φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
Ἡρακλῆς
  1. μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
Μεγάρα
  1. ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές.