Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καὶ παισὶ καὶ --- γέροντι; χαιρόντων πόνοι·
  2. μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
  3. καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός,
  4. θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸν
  5. ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
  6. Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων
  7. οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς
  8. ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορός
  1. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
  2. πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
Ἀμφιτρύων
  1. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον
  2. τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.
Ἡρακλῆς
  1. τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;