Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
- καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.
- Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.
- τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
- πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών;
- Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
- ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
- στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.
- τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;
- κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
- τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;
- μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
- κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;