Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν
  2. μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.
  3. καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
  4. θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.
  5. ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
  6. τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,
  7. ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
  8. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
  9. σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.
  10. ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
  11. ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη
  12. ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ.
  13. ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ
  14. βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον
  15. πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Μεγάρα
  1. ἔα·
  2. ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ;
Ἀμφιτρύων
  1. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.
Μεγάρα
  1. ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
  2. εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.
  3. τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;